Εὐλογημένη ἡ Βασιλεία του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτά·
ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·
ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων·
ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.
δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·
ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
ᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·
ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ιερευς: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν...
Ὅτι πρέπει σοι, πᾶσα δόξα
Ψαλμὸς 119
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.
Κύριε, ρῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.
τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;
τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.
οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.
πολλὰ παρῴκησεν ἡ ψυχή μου.
μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
Ψαλμὸς 120
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.
ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ᾿Ισραήλ.
Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου·
ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.
Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος.
Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμὸς 121
Εὐράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα.
ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, ῾Ιερουσαλήμ.
῾Ιερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.
ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ ᾿Ισραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου·
ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ.
ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν ῾Ιερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε·
γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου.
ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ·
ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.
Ψαλμὸς 122
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.
ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως,
ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ψαλμὸς 123
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ ᾿Ισραήλ·
εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἡμᾶς,
ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾿ ἡμᾶς·
ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.
εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.
ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν.
ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Δόξα... Καὶ νῦν...
Ιερεύς: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…
Ὅτι σὸν τὸ κράτος..
Ψαλμὸς 124
Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν ῾Ιερουσαλήμ.
ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
ὅτι οὐκ ἀφήσει Κύριος τὴν ράβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν.
ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ.
Ψαλμὸς 125
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι.
τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν.
ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.
ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ.
οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι.
πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.
Ψαλμὸς 126
Ἐάν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.
ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.
μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.
Ψαλμὸς 127
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.
ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.
εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ ῾Ιερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ.
Ψαλμὸς 128
Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ ᾿Ισραήλ·
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.
ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν.
Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών.
γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων,
καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία Κυρίου ἐφ᾿ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Δόξα... Καὶ νῦν...
Ιερεύς: Ἔτι καὶ ἔτι…
Ὅτι ἀγαθὸς καὶ Φιλάνθρωπος…
Ψαλμὸς 129
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε·
Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται;
ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου.
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον απὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον.
ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις,
καὶ αὐτὸς λυτρώσεται τὸν ᾿Ισραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ψαλμὸς 130
Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.
ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμὸς 131
Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ,
ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ ᾿Ιακώβ·
εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου,
ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ ᾿Ιακώβ.
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν ᾿Εφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·
εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου·
ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.
ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·
αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·
τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου·
τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Ψαλμὸς 132
Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;
ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ ᾿Ααρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
ὡς δρόσος ᾿Αερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
Ψαλμὸς 133
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
εὐλογήσαι σε Κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ιερεύς: Ἔτι καὶ ἔτι…
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν..
Ἦχος πλ. δ'
Ψαλμὸς 140
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὸν Ἰδιόμελον, Ἦχος πλ. δ' (Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ)
Αὐτεξουσίως ἐξεδύθην, τῇ πρώτῃ μου παραβάσει, τῶν ἀρετῶν τὴν εὐπρέπειαν, ἠμφιασάμην δὲ ταύτην αὖθις, τῇ πρός με συγκαταβάσει σου Λόγε Θεοῦ· οὐ παρεῖδες γάρ με τὸν ἐν δεινοῖς παθήμασι καταστιχθέντα, καὶ λῃστρικῶς ὁδοπατηθέντα, ἀλλὰ τῇ παναλκεῖ σου δυναστείᾳ περιποιησάμενός με, ἀντιλήψεως ἠξίωσας Πολυέλεε.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Αὐτεξουσίως ἐξεδύθην, τῇ πρώτῃ μου παραβάσει, τῶν ἀρετῶν τὴν εὐπρέπειαν, ἠμφιασάμην δὲ ταύτην αὖθις, τῇ πρός με συγκαταβάσει σου Λόγε Θεοῦ· οὐ παρεῖδες γάρ με τὸν ἐν δεινοῖς παθήμασι καταστιχθέντα, καὶ λῃστρικῶς ὁδοπατηθέντα, ἀλλὰ τῇ παναλκεῖ σου δυναστείᾳ περιποιησάμενός με, ἀντιλήψεως ἠξίωσας Πολυέλεε.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Μαρτυρικὸν
Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ Προσόμοια τοῦ Ἀρχαγγέλου (26ης)
Ἦχος α' Πανεύφημοι Μάρτυρες
Γαβριὴλ ὁ μέγιστος νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ οὐράνιος, φῶς τὸ Τρισήλιον, καθορῶν καὶ βλέπων, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μυστήριον, εὐηγγελίσατο, τῇ Παρθένῳ ἀφικόμενος, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ψαλμὸς 116
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων ἀπόκρυφον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάρρηκας, Ἁγνὴ εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, Ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον Ἦχος δ', τῆς Ἑορτῆς (25ης)
Τῷ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν, καὶ χαίρειν αὐτῇ προσειπών, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν. Ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ιερεύς : Σοφία Ὀρθοί !
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς 98
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν ὀργιζέσθωσαν λαοί.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΙΗ', 20-33) (Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ)
Εἶπε Κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με, συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῷ. Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες, ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἔναντι Κυρίου. Καὶ ἐγγίσας Ἀβραάμ, εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής, ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τόν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς σὺ ποιήσῃς ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής, μηδαμῶς, ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν. Εἶπε δὲ Κύριος· Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι' αὐτούς. Καὶ ἀποκριθεὶς Ἀβραάμ, εἶπε· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς, ἕνεκεν τῶν πέντε, πᾶσαν τὴν πόλιν. Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω, ἐκεῖ τεσσαρακονταπέντε. Καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν τεσσαράκοντα. Καὶ εἶπε· Μήτι, Κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν τριάκοντα. Καὶ εἶπεν· Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν Κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν εἴκοσι. Καὶ εἶπε· Μήτι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; Καὶ εἶπεν, οὐκ ἀπολέσω, ἕνεκεν τῶν δέκα. Ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραὰμ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
Κέλευσον!
Ιερεύς: Σοφία, Ορθοί.
Φώς Χριστού
φαίνει πάσι.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς 98
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΣΤ', 17 - ΙΖ' 17) (Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ)
Ὁ δεχόμενος παιδείαν, ἐν ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους, σοφισθήσεται. Ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ἀγαπῶν δὲ ζωὴν αὐτοῦ, φείσεται στόματος αὐτοῦ. Πρὸ συντριβῆς ἠγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη. Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. Συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ τῷ Κυρίῳ μακαριστός. Τοὺς σοφοὺς καὶ συνετούς, φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ, πλείονα ἀκούσονται. Πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην. Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς. Εἰσὶν ὁδοί, δοκοῦσαι ὀρθαὶ εἶναι ἀνδρί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾍδου. Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῶ, καὶ ἐκβιάζεται τὴν ἀπώλειαν ἑαυτοῦ. Ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν. Ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. Ἀνὴρ σκολιὸς διαπέμπεται κακά, καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς, καὶ διαχωρίζει φίλους. Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτούς εἰς ὁδοὺς οὐκ ἀγαθάς, στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ, λογίζεται διεστραμμένα, ἐπιδάκνων δὲ τοῖς χείλεσιν αὐτοῦ, ὁρίζει πάντα τὰ κακά, οὗτος κάμινός ἐστι κακίας. Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. Κρείσσων ἀνὴρ μακρόθυμος, ἰσχυροῦ. Ὁ δὲ κρατῶν ὀργῆς, κρείσσων τοῦ καταλαμβανομένου πόλιν. Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια. Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν, καὶ ἀδίκων θυμάτων μετὰ μάχης. Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. Κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν. Ὁ καταγελῶν πτωχοῦ, παροξύνει τὸν ποιήσαντα αὐτόν. Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ, οὐκ ἀθωωθήσεται. Ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. Στέφανος γερόντων, τέκνα τέκνων, καύχημα δὲ τέκνων, πατέρες αὐτῶν. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Οὐχ ἁρμόσει ἄφρονι πιστά, οὐδὲ δικαίῳ χείλη ψευδῆ. Μισθὸς χαρίτων, ἡ παιδεία τοῖς χρωμένοις, οὗ δ' ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται. Ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους. Συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθείς, οὐκ αἰσθάνεται. Ἀντιλογίας ἐγείρει πᾶς κακός. Ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. Ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν. Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν, ἐμπεσεῖται εἰς κακά. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν.
Παροιμιῶν τὸ Ἄνάγνωσμα (Κεφ. 8, 22-30) (26ης)
Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προσελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθη πηγὰς ὑδάτων τῆς ὑπ' οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα, ἃ οὐ παρελεύσεται στόματος αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ἐγω ἤμην, ᾗ προσέχαιρε. Καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,ἐν παντὶ καιρῷ.
Ιερεύς: Εἰρήνη σοι. Σοφία. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε, Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
Κατευθυνθύτω…
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Κατευθυνθύτω…
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Κατευθυνθύτω…
Δόξα... καὶ νῦν...
Κατευθυνθύτω…
Ιερεύς: Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμιάμα ἐνώπιόν σου.
Ψάλτης: Ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ιερεύς: Εἴπωμεν πάντες… …………………………
Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ' οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Νῦν αἱ Δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασιλεὺς τῆς δόξης.
Ἐδῶ διακόπτεται ὁ ὕμνος. Γίνεται ἡ εἴσοδος ….
Ἀμήν. Ἰδοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα.
Ιερεύς: Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
…...
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὀνομά σου, ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ἀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό του πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία ...
+Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…
Πρόσχωμεν.
Τὰ προηγιασμένα Ἅγια τοῖς Ἁγίοις.
Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος, Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἄρτον οὐράνιον, καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Εὐλογητός, ὁ Θεὸς ἡμῶν.
Πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὀρθοί, Μεταλαβόντες…
Ἐν εἰρήνῃ προέλθωμεν.
Τοῦ Κυρίου δεηθῶμεν. Ὅτι ηὐλόγηται καὶ δεδόξασται… Ἀμήν.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. (3)
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον.
+ Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ' ὑμᾶς, τῇ Αὐτοῦ θείᾳ Χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΠΟΛΥΣΙΣ
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι…
Ψαλμὸς 33
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν.
μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.
προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν.
φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (διάψαλμα).
δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς.
τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.
ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος·
φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι.
λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν.
Ψαλμὸς 144
Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.
τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται.
καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.
μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.
χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. α πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.
οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.
δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.
θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.
φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.
αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Δι' Εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.