20 ΙΟΥΛΙΟΥ 2014
† ΚΥΡΙΑΚΗ Ϛ´ ΜΑΤΘΑΙΟΥ
† Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου (940 π.Χ.).
Ἦχος πλ. α´. Ἑωθινὸν Ϛ´.
* * * * *
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ. α´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐
νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐ μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐ μεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐ τοῦ.
Δόξα. Τοῦ Προφήτου.
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρη‐ πίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμ‐ ψας, Ἑλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ‐ γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐ‐ πὶ γῆς πεφανέρωται· Θεός, ἐν ἀσυγχύτῳ ἑνώ‐ σει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐ χὰς ἡμῶν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνή‐ γειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβό‐ λου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα.
Κύριε νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον· ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύ‐ λαττον, κάτω τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς ἐξα‐ νέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύ‐ ουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α´.
Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέ‐ τρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κἀγὼ
ἐδειλίασα· Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνη‐ σάμην σε· ἆρα καλέσεις με τοῦ λοιποῦ μαθη‐ τήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ με‐ τανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα.
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνο‐ μοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον· ταφὴν δὲ κατε‐ δέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος· ἔδραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀ‐ πήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν· Ὑπερυ‐ ψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλο‐ γημένε Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πι‐ στοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡ‐ μᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀ‐ παύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆ‐ ναι ἡμᾶς.
Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐ σιν δὲ * ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐
τά σου.
Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι
* πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐ γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ
* ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα
* ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐
ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, *
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐
τά σου.
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐ τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐ λευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐
τά σου.
Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐ θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐ τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐
τά σου.
τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐ νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ ὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι ηὐλόγηταί Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. α´.
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι,
καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ
Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος πλ. α´.
Ἀντίφωνον Α´.
Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σω‐ τήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρω‐
τι πτερουμένοις.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρα‐ τά τε, σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὄν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β´.
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιω‐
ρίας πάσης περιφυλαξάτω.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ´.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶ‐ μεν Κυρίου· χαρᾶς πολλῆς πλησθείς, εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται·
πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον. Ψαλμὸς θ´ (9).
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύ‐
εις εἰς τοὺς αἰῶνας. (δίς)
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ἀνάστηθι Κύριε ὁ Θεός μου...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐
γίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγε‐
λίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν Ϛ´
Ἐκ τοῦ κατὰ Λουκᾶν (κδ´ 36‐53).
Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νε‐ κρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρ‐ δίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πό‐ δας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔ‐ χει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰ‐ πὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πό‐ δας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χα‐ ρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύ‐
ος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐ‐ τοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προ‐ φήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς· Ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νε‐ κρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτι‐ ῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερου‐ σαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰ‐ δοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πα‐ τρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βη‐ θανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγη‐ σεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐ‐ τὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χα‐ ρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐
σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐
ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐ σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐ μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐ νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐ γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐ σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,
* θανάτῳ θάνατον ὤλεσεν.
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐ λειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐
μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐
μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐
γαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐ λειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐ τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐
τώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐
ρὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐
σχους.
Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐ των.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέη‐
σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀναστάσιμος καὶ ὁ β´ τοῦ Προφήτου.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος πλ. α´. Ὁ Εἱρμός.
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυ‐ θράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βρα‐ χίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρι‐ κήν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύον‐ τα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, Ζωοδότα ἀπτώτως· καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χα‐ ρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφο‐ ροῦσα Χριστὸν τοῖς πέρασι.
Κανὼν τοῦ Προφήτου, οὗ ἡ ἀκροστιχίς· Νέμοις μάκαρ μοι θείαν Ἠλιοὺ χάριν. Ἰωσήφ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Στίχ. Προφῆτα τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡ‐
μῶν.
Νενεκρωμένην τὴν ψυχήν μου ζώωσον, ὡς τὸν τῆς χήρας υἱόν, καὶ ἀρεταῖς θείαις, μάκαρ καταλάμπρυνον, καὶ πρὸς ζωὴν ὁδήγησον, καὶ τῆς αἰωνιζούσης, τρυφῆς ἀνάδειξον μέτο‐ χον, σοῦ κατατρυφᾶν ἐφιέμενον.
Στίχ. Προφῆτα τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡ‐
μῶν.
Ἐν τῷ σὲ τίκτεσθαι ὁ σὸς μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα· πῦρ γὰρ σιτιζό‐ μενον, φλογί τε σπαργανούμενον, σὲ τεθέα‐ ται μάκαρ· διὸ ταῖς σαῖς παρακλήσεσι, ῥῦσαί με πυρὸς αἰωνίζοντος.*
* Τὰ περὶ τῆς πυρίνου ταύτης σιτίσεως καὶ φλογερᾶς σπαργανώσεως τοῦ Προφήτου Ἠλιού, ἔλαβεν ἴσως ὁ Ὑμνῳδὸς Ἰωσὴφ ἐκ τοῦ ἐφεξῆς Συναξαρίου εἰς τὸν Προφήτην τοῦτον· ἀλλ᾿ ἐπειδὴ ἡ θεία Γραφή, ἡ πάσης ἱερᾶς Ἱστορίας ἀρχὴ καὶ διδάσκαλος, οὐδὲν τοιοῦτον ἀναφέ‐ ρει, δῆλον, ὅτι ταῦτα ἐλήφθησαν ἔκ τινος ἀποκρύφου βιβλίου, ἴσως τοῦ ἐπιγραφομένου· Ἀποκάλυψις τοῦ Προφήτου Ἠλιού· ἢ καὶ ἐκ πα‐ ραδόσεώς τινος ἰουδαϊκῆς.
Δόξα.
Μεγαλυνθεὶς ταῖς πρὸς Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς μάκαρ, τῷ Κυρί‐ ῳ πάντοτε· διό με ἐνδυνάμωσον, ζήλου θείου
πλησθέντα, τὸ ἔνθεον πράττειν βούλημα, ἵνα σε γεραίρω σῳζόμενος.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ὑπερούσιος Θεὸς Πανάμωμε, ἐκ σοῦ σε‐ σάρκωται, καὶ δι᾿ ἡμᾶς ὤφθη, καθ᾿ ἡμᾶς ὡς ἄνθρωπος· ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντας ἀνθρώπους, ἡμαρτηκότα με πάναγνε, σῶσαι καὶ κολάσεως ῥύσασθαι.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος πλ. α´. Ὁ Εἱρμός.
Ὁ πήξας ἐπ᾿ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀ‐ γαθὲ καὶ φιλάνθρωπε.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσε‐ νηνόχασι Χριστέ, ὄξος δ᾿ ἀντὶ τοῦ μάννα, εὐ‐ εργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀ‐ γνώμονες.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο· ἀλλ᾿ αὐτε‐ ξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχε, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύ‐ ματος ἔλλαμψιν.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρ‐ κωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κη‐ ρύττομεν.
Καὶ τοῦ Προφήτου.
Ἦχος πλ. δ´. Οὐρανίας ἁψῖδος.
Στίχ. Προφῆτα τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡ‐
μῶν.
Ἱερεῖς τῆς αἰσχύνης, ὡς δυσμενεῖς ἔκτεινας, ἔνδοξε Προφῆτα τῷ θείῳ, ζήλῳ σὺ πυρπολού‐ μενος· ὅθεν κραυγάζω σοι· Τῶν τῆς αἰσχύνης με ἔργων, καὶ διαιωνίζοντος, πυρὸς ἐξάρπα‐ σον.
Στίχ. Προφῆτα τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡ‐
μῶν.
Σὲ προβάλλομαι πρέσβυν, πρὸς τὸν Θεὸν μέ‐ γιστον, σῴζειν με δυνάμενον πάσης, μάκαρ κακώσεως· προσεπικάμφθητι, τῇ ταπεινῇ μου δεήσει, καὶ μὴ ὑπερίδῃς με, παρακαλοῦν‐ τά σε.
Δόξα.
Μεγαλύνει Θεός σε, ὁ παντουργὸς ἔνδοξε, πάλαι Ἠλιοὺ δι᾿ ὀρνέου, τρέφων Προφῆτά σε· ὃν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς με, καὶ φωτὸς τοῦ μέλλοντος, ποιῆσαι μέτοχον.
Καὶ νῦν. Θεοτοκίον.
Ἀδιόδευτε πύλη, ἡ πρὸς Θεὸν φέρουσα, πύ‐ λας μετανοίας μοι Κόρη, ἄνοιξον δέομαι, ἀ‐ ποκαθαίρουσα, ἁμαρτιῶν μου τὸν ῥύπον, ὄμ‐ βροις τοῦ ἐλέους σου, θεοχαρίτωτε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τοῦ Προφήτου. Κοντάκιον. Ἦχος β´. Αὐτόμελον.
Προφῆτα καὶ προόπτα, τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας, τὰ ὑδατόῤῥητα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, τὸν μόνον φιλάνθρωπον.
Ὁ Οἶκος.
Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, Θεοῦ δὲ τὴν ἄμετρον φιλανθρωπίαν, θεασάμενος ὁ Προφήτης Ἠλίας, ἐταράττετο θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγ‐ χνον ἐκίνησεν· Ὀργίσθητι, βοήσας, ἐπὶ τοὺς ἀθετήσαντάς σε, Κριτὰ δικαιότατε. Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ, οὐδόλως παρεκίνησε, πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαν‐
τας· ἀεὶ γὰρ τὴν μετάνοιαν πάντων ἀναμέ‐
νει, ὁ μόνος φιλάνθρωπος.
Μεσῴδιον Κάθισμα ἐκ τοῦ Μηναίου.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς Προφήτης τοῦ ὄντως θείου φωτός, τοὺς προφήτας τοῦ ψεύδους καταβαλών, ἐν τούτῳ διήλεγξας, Ἀχαὰβ ἀνομήσαντα, μὴ προσκυ‐ νεῖν διδάξας, τῷ Βάαλ πανένδοξε, καὶ εὐχῇ αἰτήσας, ἐξ ὕψους τὰ νάματα· ὅθεν καὶ πυρί‐ νῳ, ἀνελήφθης Ἠλία, ὀχήματι μετάρσιος, δι‐ φρηλάτης πρὸς Κύριον· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπό‐ ρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζο‐ μεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκή‐ νωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν κτίστην καὶ Κύριον. Ὃθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δο‐ ξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμ‐ φώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τό‐ κον σου.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. α´. Μιμητὴς ὑπάρχων. Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας,
καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος,
τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας,
καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος.
Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥή‐ ματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔ‐
βλεπον· καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐ‐ ταῖς, λέγων τό, Χαίρετε· θαρσεῖτε, ἐγὼ τὸν κό‐ σμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσά‐ μην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀ‐ παγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Συναξάριον.
Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς εἰς οὐρα‐ νοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδό‐ ξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.
Στίχ. Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρων κάτω· Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω.
Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα Ἠλία ἱππεῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν Ἠλιοὺ τοῦ Α´, Πατριάρχου Ἱεροσολύ‐ μων καὶ Φλαβιανοῦ τοῦ Β´, Πατριάρχου Ἀντι‐ οχείας.
Στίχ. Ὁ Ἠλιοὺ καὶ ὁ Φλαβιανὸς ἄμφω,
Στύλοι ἀνεφάνησαν Ὀρθοδοξίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῶν ἐγκαινίων τοῦ σεπτοῦ ναοῦ τοῦ Τιμίου Προδρόμου ἐν τῇ ἱερᾷ μονῇ τῶν Στουδιτῶν.
Στίχ. Ἐγκαίνια, Πρόδρομε, θείου ναοῦ σου,
Ἡ τῶν Στουδιτῶν ἐκτελεῖ σοι χορεία.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφό‐
ρου Πατρὸς ἡμῶν Ἀβραὰμ τοῦ Γκάλιτς.
Στίχ. Ὡς Δρῦν Μαμβρῆ ἔδειξας τὴν Μονὴν Γκάλιτς,
Ἐν ᾗ, Ἀβραάμ, ἐξένισας Τριάδα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας ἐνδόξου Μάρτυρος Σαλώμης τῆς Γεωργιανῆς, τῆς ἐν Ἱεροσολύμοις ἀθλησάσης.
Στίχ. Σάλον τὸ πρῶτον ὑποστᾶσα Σαλώμη,
Αἵματι τὸ ὕστερον πίστιν σφραγίζει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀλεξίου τοῦ Οὔγκιν ἢ Οὔζι καὶ Δημητρίου τῶν ἱερέων, Μαρίας μοναχῆς, τοῦ υἱοῦ αὐτῆς Γεωργίου καὶ Ἠλία τοῦ ἐξ Ἑβραίων, ἐν Γαλλίᾳ διαλαμ‐ ψάντων.
Στίχ. Δύσιν ἡ πεντὰς Ἁγίων νεοφώτων,
Ἔφανε φαιδρῶς ἐν ἐσχάτοις χρόνοις.
Τῆ αὐτῆ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρός ἡ‐
μῶν Ἀβραμίου τοῦ Ρώσου, μαθητοῦ γενομέ‐
νου τοῦ ἐν Ὁσίοις περιφανοῦς Σεργίου τοῦ Ραντονέζ, καὶ Ἡγουμένου τῆς Μονῆς ἐν Γκά‐ λιτς ἀναδειχθέντος, κατά τόν ΙΔ´ αιῶνα δια‐ λάμψαντος.
Τῆ αὐτῆ ἡμέρᾳ, ἐπισυνέβη ἐν Ῥώμῃ τὸ διὰ σταυροῦ μαρτύριον τοῦ Ἁγίου πανευφήμου καὶ πρωτοκορυφαίου Ἀποστόλου Πέτρου, ἐπὶ βασιλείας Νέρωνος, κατὰ τὸ ἔτος ξδ´ (64).
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέη‐
σον ἡμᾶς. Ἀμήν.
* * * ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου.
Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμ‐
βρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ
Τριῳδίου, τῇ Β´, Δ´ καὶ Ε´ Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς
Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου.
ᾨδὴ α´. Ἦχος δ´.
Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασι‐ λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐ γυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα.
ᾨδὴ γ´.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐ ξῃ σου * στεφάνων δόξης ἀξίωσον.
ᾨδὴ δ´.
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε·
* Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδὴ ε´.
Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μή‐ τρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄ‐ χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐ αν βραβεύοντα.
ᾨδὴ ς´.
Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐ τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐ χθέντα * Θεὸν δοξάζοντες.
ᾨδὴ ζ´.
Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς
Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος·
* νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐ σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐ τε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας.
* * *
Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐ ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐ φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐ καριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐ τόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Καταβασία. ᾨδὴ θ´.
Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐ παδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανή‐ γυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαί‐ ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐ θενε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον Ϛ´.
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ᾿ οὐσί‐ αν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμ‐ μετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοι‐ αν κηρύσσειν· εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνε‐ λήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω. Ὑπέρθεε, Θεάνθρω‐ πε, δόξα τῇ σῇ ἐγέρσει.
Τοῦ Προφήτου. Φῶς ἀναλλοίωτον, Λόγε.
Φῶς ἐν πυρίνῳ τεθρίππῳ, οὐρανοδρόμον σε δεῖξαν, ἁρματηλάτην Ἠλία, οὐ κατηνάλωσεν ὅλως· πῦρ γὰρ ἐν γλώσσῃ πηλίνῃ, εἵλκυσας κάτω, καὶ ἀνεξήρανας ὄμβρους.
Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα Παρθένε, δυσώπησον σαῖς πρεσβείαις, τὸν σὸν Υἱὸν Θεοτόκε, τοῦ οἰκτει‐ ρῆσαι καὶ σῶσαι, τοῦ αἰωνίου με σκότους, τὸν πεποιθότα, τῇ σῇ σεπτῇ ἀντιλήψει.
* * *
ΑΙΝΟΙ Ἦχος πλ. α´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐ νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐
πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, κα‐ θὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι· οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι· πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐ τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐ ως αὐτοῦ.
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρί‐ ψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέ‐ στης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύ‐ ριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου· καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρού‐
μενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σω‐
τήρ! Ἐλέησον ἡμᾶς.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ.
Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι᾿ ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λί‐ θον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος· εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐
νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κε‐ κλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύ‐ ων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατε‐ δέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρμα‐ τος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς.
Καὶ τοῦ Προφήτου, Στιχηρὰ προσόμοια γ´,
δευτεροῦντες τὸ α´.
Ἦχος πλ. δ´. Τί ὑμᾶς καλέσωμεν, Ἅγιοι.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·
αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὅτε σὺ Προφῆτα θεσπέσιε, τῷ Θεῷ δι᾿ ἀρε‐ τῆς, καὶ πολιτείας ἀκραιφνοῦς, συνεκράθης παρ᾿ αὐτοῦ, τὴν ἐξουσίαν εἰληφώς, τὴν κτί‐ σιν, κατὰ γνώμην μετεῤῥύθμισας· καὶ πύλας, ὑετοῦ θέλων ἀπέκλεισας· καὶ ἄνωθεν πῦρ κατήγαγες· καὶ δυσσεβεῖς κατηνάλωσας. Ἱκέ‐ τευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὅτε σὺ Προφῆτα θεσπέσιε, ...
Στίχ. ζ´. Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
Ζήλῳ τοῦ Κυρίου πυρούμενος, παρανόμους βασιλεῖς, σὺ διεξήλεγξας σφοδρῶς· τῆς αἰ‐
σχύνης ἱερεῖς, σὺ ἐθανάτωσας θερμῶς· ἀνῆ‐ ψας, πῦρ ἐν ὕδατι παράδοξον· τροφὴν δέ, ἀ‐ γεώργητον ἐπήγασας· καὶ νάματα Ἰορδάνεια, τῇ μηλωτῇ σου διέτεμες. Ἱκέτευε, τοῦ σωθῆ‐ ναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. η´. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τά‐
ξιν Μελχισεδέκ.
Ὅτε σὺ Προφῆτα κατέδειξας, ἐπὶ γῆς ὡς ἀλη‐ θῶς, τὴν ἐπουράνιον ζωήν, τὴν Ζωὴν ἐν σε‐ αυτῷ, τὴν ἐνυπόστατον πλουτῶν, θανόντα, σοῖς φυσήμασιν ἀνέστησας· θανάτου, κρείτ‐ των ἔτι σὺ διέμεινας· ἅρμα πυρὸς ἐπιβέβη‐ κας, αἰθέριος ἀνυψούμενος. Ἱκέτευε, τοῦ σω‐ θῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἑωθινὸν Ϛ´. Ἦχος πλ. β´.
Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν ἔγερ‐ σιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δό‐ ξαντας πνεῦμα ὁρᾶν· ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου· πλὴν ἀπιστούντων ἔτι, τῇ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀνα‐ μνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέ‐ ναι τὰς Γραφάς· οἷς καὶ τὴν πατρικὴν ἐπαγ‐ γελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐ‐ τούς, διέστης πρὸς οὐρανόν. Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐ θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐ ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐ τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐ σας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐ στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐ ποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐ μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐ τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐ στέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ
Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
* ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐ μήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐ νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐
ναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐ μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐
θάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐
ματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐
ψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐
τος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.
Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ δι‐ αρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγί‐ δων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐ αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐ ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐ έλεε.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα…
Τὰ τυπικὰ μετὰ τῶν μακαρισμῶν τοῦ ἤχου.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102). Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ
πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐
σον ἡμᾶς.
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐ γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐ τοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος...
Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145).
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐ σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐
κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐ τοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ
Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐ νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐ μᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐
θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.
Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος·
ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β´.
(Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Τὸ ἀπολυτίκιον τοῦ Προφήτου.
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´.
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλ‐ λὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι· * Τά‐ χυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσί‐ αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐ μώντων σε.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ Προκείμενον τῆς Κ´ Ἰουλίου
καὶ ἀνάγνωσμα τοῦ Προφήτου Ἠλιού.
Ἀπόστολος. Καθολικῆς Ἐπιστολῆς Ἰακώβου
(ε´ 10‐20).
Προκείμενον. Ἦχος α´. (Ψαλμὸς ρθ´).
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελ‐
χισεδέκ.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο‐ πόδιον τῶν ποδῶν σου.
Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, ὑπόδειγμα λάβετε, τῆς κακοπαθεί‐ ας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐ‐ λάλησαν ἐν τῷ ὀνόματι Κυρίου. Ἰδοὺ μακαρί‐ ζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πο‐ λύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μή‐ τε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵ‐ να μὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. Ἀ‐ σθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρε‐ σβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθω‐ σαν ἐπ᾿ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύρι‐ ος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώ‐ ματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰα‐ θῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμέ‐ νη. Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρα‐ νὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρ‐ πὸν αὐτῆς. Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
Ἀλληλούϊα τοῦ ἤχου.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. α´. (Ψαλμὸς πη´).
Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσο‐ μαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶν τὴν ἀ‐ λήθειάν σου ἐν τῷ στόματί μου.
Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθή‐ σεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀ‐ λήθειά σου.
ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Ϛ´ Ματθαίου
Ἐκ τοῦ κατὰ Ματθαῖον (θ´ 1‐8).
Τῷ καιρῷ ἐκείνῳ ἐμβὰς ὁ Ἰησοῦς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλί‐ νης βεβλημένον. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πί‐ στιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέ‐ κνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· Οὗ‐ τος βλασφημεῖ. Καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυ‐ μήσεις αὐτῶν εἶπεν· Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρ‐ τίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰ‐ δῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐ‐ πὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας ‐ τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐγερθεὶς ἀ‐ πῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Ἰδόντες δὲ οἱ ὄ‐ χλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου.
* * *
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐ μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐ μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν *
ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως *
Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον,
* σὲ μεγαλύνομεν.
* * *
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐
λούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν
Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ,
* ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη
γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐ σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐ καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐ ληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν...
Δι᾿ εὐχῶν... Ἀμήν.
* * * * *